Psalms 40
1 ▼▼LXX: Psa.39:1
Εἰς τὸ τέλος· τῷ Δαυιδ ψαλμός. ▼▼LXX: Psa.39:2
Ὑπομένων ὑπέμεινα τὸν κύριον, καὶ προσέσχεν μοι καὶ εἰσήκουσεν τῆς δεήσεώς μου 2 ▼▼LXX: Psa.39:3
καὶ ἀνήγαγέν με ἐκ λάκκου ταλαιπωρίας καὶ ἀπὸ πηλοῦ ἰλύος καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνεν τὰ διαβήματά μου 3 ▼▼LXX: Psa.39:4
καὶ ἐνέβαλεν εἰς τὸ στόμα μου ᾆσμα καινόν, ὕμνον τῷ θεῷ ἡμῶν· ὄψονται πολλοὶ καὶ φοβηθήσονται καὶ ἐλπιοῦσιν ἐπὶ κύριον. 4 ▼▼LXX: Psa.39:5
μακάριος ἀνήρ, οὗ ἐστιν τὸ ὄνομα κυρίου ἐλπὶς αὐτοῦ καὶ οὐκ ἐνέβλεψεν εἰς ματαιότητας καὶ μανίας ψευδεῖς. 5 ▼▼LXX: Psa.39:6
πολλὰ ἐποίησας σύ, κύριε ὁ θεός μου, τὰ θαυμάσιά σου, καὶ τοῖς διαλογισμοῖς σου οὐκ ἔστιν τίς ὁμοιωθήσεταί σοι· ἀπήγγειλα καὶ ἐλάλησα, ἐπληθύνθησαν ὑπὲρ ἀριθμόν. 6 ▼▼LXX: Psa.39:7
θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, ὠτία δὲ κατηρτίσω μοι· ὁλοκαύτωμα καὶ περὶ ἁμαρτίας οὐκ ᾔτησας. 7 ▼▼LXX: Psa.39:8
τότε εἶπον Ἰδοὺ ἥκω, ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ· 8 ▼▼LXX: Psa.39:9
τοῦ ποιῆσαι τὸ θέλημά σου, ὁ θεός μου, ἐβουλήθην καὶ τὸν νόμον σου ἐν μέσῳ τῆς κοιλίας μου. 9 ▼▼LXX: Psa.39:10
εὐηγγελισάμην δικαιοσύνην ἐν ἐκκλησίᾳ μεγάλῃ· ἰδοὺ τὰ χείλη μου οὐ μὴ κωλύσω· κύριε, σὺ ἔγνως. 10 ▼▼LXX: Psa.39:11
τὴν δικαιοσύνην σου οὐκ ἔκρυψα ἐν τῇ καρδίᾳ μου, τὴν ἀλήθειάν σου καὶ τὸ σωτήριόν σου εἶπα, οὐκ ἔκρυψα τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἀπὸ συναγωγης πολλῆς. 11 ▼▼LXX: Psa.39:12
σὺ δέ, κύριε, μὴ μακρύνης τοὺς οἰκτιρμούς σου ἀπ' ἐμοῦ· τὸ ἔλεός σου καὶ ἡ ἀλήθειά σου διὰ παντὸς ἀντελάβοντό μου. 12 ▼▼LXX: Psa.39:13
ὅτι περιέσχον με. κακά, ὧν οὐκ ἔστιν ἀριθμός, κατέλαβόν με αἱ ἀνομίαι μου, καὶ οὐκ ἠδυνήθην τοῦ βλέπειν· ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου, καὶ ἡ καρδία μου ἐγκατέλιπέν με 13 ▼▼LXX: Psa.39:14
εὐδόκησον, κύριε, τοῦ ῥύσασθαί με· κύριε, εἰς τὸ βοηθῆσαί μοι πρόσχες. 14 ▼▼LXX: Psa.39:15
καταισχυνθείησαν καὶ ἐντραπείησαν ἅμα οἱ ζητοῦντες τὴν ψυχήν μου τοῦ ἐξᾶραι αὐτήν, ἀποστραφείησαν εἰς τὰ ὀπίσω καὶ ἐντραπείησαν οἱ θέλοντές μοι κακά, 15 ▼▼LXX: Psa.39:16
κομισάσθωσαν παραχρῆμα αἰσχύνην αὐτῶν οἱ λέγοντές μοι εὖγε. Εὖγε 16 ▼▼LXX: Psa.39:17
ἀγαλλιάσαιντο καὶ εὐφρανθείησαν ἐπὶ σοὶ πάντες οἱ ζητουντες σε, κύριε, καὶ εἰπάτωσαν διὰ παντός Μεγαλυνθήτω ὁ κύριος, οἱ αγαπωντες τὸ σωτήριόν σου. 17 ▼▼LXX: Psa.39:18
ἐγὼ δὲ πτωχός εἰμι καὶ πένης· κύριος φροντιεῖ μου. βοηθός μου, καὶ ὑπερασπιστής μου σὺ εἶ· ὁ θεός μου μὴ χρονίσῃς.
Copyright information for
LXX